Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.8 Dem. 5.12 (English) >>Dem. 5.14

5.10τότε Θεσπιάς τινων καὶ Πλαταιὰς ὑπισχνουμένων οἰκισθήσεσθαι, καὶ τοὺς μὲν Φωκέας τὸν Φίλιππον, ἂν γένηται κύριος, σώσειν, τὴν δὲ Θηβαίων πόλιν διοικιεῖν, καὶ τὸν Ὠρωπὸν ὑμῖν ὑπάρξειν, καὶ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ἀποδοθήσεσθαι, καὶ τοιαύτας ἐλπίδας καὶ φενακισμούς, οἷς ὑπαχθέντες ὑμεῖς οὔτε συμφόρως οὔτʼ ἴσως καλῶς προεῖσθε Φωκέας, οὐδὲν τούτων οὔτʼ ἐξαπατήσας οὔτε σιγήσας ἐγὼ φανήσομαι, ἀλλὰ προειπὼν ὑμῖν, ὡς οἶδʼ ὅτι μνημονεύετε, ὅτι ταῦτʼ οὔτʼ οἶδα οὔτε προσδοκῶ, νομίζω δὲ τὸν λέγοντα ληρεῖν.

5.11ταῦτα τοίνυν ἅπανθʼ, ὅσα φαίνομαι βέλτιον τῶν ἄλλων προορῶν, οὐδʼ εἰς μίαν, ἄνδρες Ἀθηναῖοι, οὔτε δεινότητʼ οὔτʼ ἀλαζονείαν ἐπανοίσω, οὐδὲ προσποιήσομαι διʼ οὐδὲν ἄλλο γιγνώσκειν καὶ προαισθάνεσθαι πλὴν διʼ ἃν ὑμῖν εἴπω, δύο· ἓν μέν, ἄνδρες Ἀθηναῖοι, διʼ εὐτυχίαν, ἣν συμπάσης ἐγὼ τῆς ἐν ἀνθρώποις οὔσης δεινότητος καὶ σοφίας ὁρῶ κρατοῦσαν· 5.12ἕτερον δέ, προῖκα τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμʼ ἂν οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον. ὀρθὸν οὖν, τι ἄν ποτʼ ἀπʼ αὐτῶν ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι. ὅταν δʼ ἐπὶ θάτερʼ ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς, οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφʼ αὑτό, καὶ οὐκ ἂν ἔτʼ ὀρθῶς οὐδʼ ὑγιῶς τοῦτο ποιήσας περὶ οὐδενὸς λογίσαιτο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.8 Dem. 5.12 (English) >>Dem. 5.14

Powered by PhiloLogic